Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 61.1 | Dem. 61.2 (English) | >>Dem. 61.4 |
61.1ἀλλʼ ἐπειδήπερ ἀκούειν βούλει τοῦ λόγου , δείξω σοι καὶ ἀναγνώσομαι . δεῖ δέ σε τὴν προαίρεσιν αὐτοῦ πρῶτον εἰδέναι . βούλεται μὲν γὰρ ὁ τὸν λόγον ποιῶν ἐπαινεῖν Ἐπικράτην , ὃν ᾤετο πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων νέων ἐν τῇ πόλει χαριέστατον εἶναι , καὶ πλέον τῇ συνέσει προέχειν ἢ τῷ κάλλει τῶν ἡλικιωτῶν . ὁρῶν δʼ ὡς ἔπος εἰπεῖν τὰ πλεῖστα τῶν ἐρωτικῶν συνταγμάτων αἰσχύνην μᾶλλον ἢ τιμὴν περιάπτοντα τούτοις περὶ ὧν ἐστι γεγραμμένα , τοῦθʼ ὅπως μὴ πείσεται πεφύλακται , καὶ ὅπερ καὶ πεπεῖσθαί φησιν τῇ γνώμῃ , τοῦτο καὶ γέγραφεν , ὡς δίκαιος ἐραστὴς οὔτʼ ἂν ποιήσειεν οὐδὲν αἰσχρὸν οὔτʼ ἀξιώσειεν . ὃ μὲν οὖν ὡσπερεὶ μάλιστʼ ἂν ἐρωτικὸν λάβοις τοῦ λόγου ,
61.2περὶ τοῦτʼ ἔστιν · ὁ δʼ ἄλλος λόγος τὰ μὲν αὐτὸν ἐπαινεῖ τὸν νεανίσκον , τὰ δʼ αὐτῷ συμβουλεύει περὶ παιδείας τε καὶ προαιρέσεως τοῦ βίου . πάντα δὲ ταῦτα γέγραπται τὸν τρόπον ὅν τις ἂν εἰς βιβλίον καταθεῖτο . τοῖς μὲν γὰρ λεκτικοῖς τῶν λόγων ἁπλῶς καὶ ὁμοίως οἷς ἂν ἐκ τοῦ παραχρῆμά τις εἴποι πρέπει γεγράφθαι , τοῖς δʼ εἰς τὸν πλείω χρόνον τεθησομένοις ποιητικῶς καὶ περιττῶς ἁρμόττει συγκεῖσθαι · τοὺς μὲν γὰρ πιθανούς , τοὺς δʼ ἐπιδεικτικοὺς εἶναι προσήκει . ἵνʼ οὖν μὴ παρὰ τὸν λόγον σοι λέγω , μηδʼ ἃ γιγνώσκω περὶ τούτων αὐτὸς διεξίω , πρόσεχʼ ὡς αὐτοῦ τοῦ λόγου ἤδη ἀκουσόμενος , ἐπειδὴ καὶ αὐτὸς ἥκει , ὃν ἠβουλήθην ἀκούειν , Ἐπικράτης .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 61.1 | Dem. 61.2 (English) | >>Dem. 61.4 |